Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.111 Joseph. AJ 14.117 (English) >>Joseph. AJ 14.122

14.115τέτταρες δʼ ἦσαν ἐν τῇ πόλει τῶν Κυρηναίων, τε τῶν πολιτῶν καὶ τῶν γεωργῶν τρίτη δʼ τῶν μετοίκων τετάρτη δʼ τῶν Ἰουδαίων. αὕτη δʼ εἰς πᾶσαν πόλιν ἤδη καὶ παρελήλυθεν καὶ τόπον οὐκ ἔστι ῥᾳδίως εὑρεῖν τῆς οἰκουμένης, ὃς οὐ παραδέδεκται τοῦτο τὸ φῦλον μηδʼ ἐπικρατεῖται ὑπʼ αὐτοῦ. 14.116τήν τε Αἴγυπτον καὶ τὴν Κυρηναίων ἅτε τῶν αὐτῶν ἡγεμόνων τυχοῦσαν τῶν τε ἄλλων συχνὰ ζηλῶσαι συνέβη καὶ δὴ τὰ συντάγματα τῶν Ἰουδαίων θρέψαι διαφερόντως καὶ συναυξῆσαι χρώμενα τοῖς πατρίοις τῶν Ἰουδαίων νόμοις. 14.117ἐν γοῦν Αἰγύπτῳ κατοικία τῶν Ἰουδαίων ἐστὶν ἀποδεδειγμένη χωρὶς καὶ τῆς Ἀλεξανδρέων πόλεως ἀφώρισται μέγα μέρος τῷ ἔθνει τούτῳ. καθίσταται δὲ καὶ ἐθνάρχης αὐτῶν, ὃς διοικεῖ τε τὸ ἔθνος καὶ διαιτᾷ κρίσεις καὶ συμβολαίων ἐπιμελεῖται καὶ προσταγμάτων, ὡς ἂν πολιτείας ἄρχων αὐτοτελοῦς. 14.118ἐν Αἰγύπτῳ μὲν οὖν ἴσχυσε τὸ ἔθνος διὰ τὸ Αἰγυπτίους εἶναι τὸ ἐξ ἀρχῆς τοὺς Ἰουδαίους καὶ διὰ τὸ πλησίον ἔσεσθαι τὴν κατοικίαν τοὺς ἀπελθόντας ἐκεῖθεν, εἰς δὲ τὴν Κυρηναίαν μετέβη διὰ τὸ καὶ ταύτην ὅμορον εἶναι τῇ τῶν Αἰγυπτίων ἀρχῇ καθάπερ τὴν Ἰουδαίαν μᾶλλον δὲ τῆς ἀρχῆς ἐκείνης πρότερον.” Στράβων μὲν δὴ ταῦτα λέγει. 14.119

Κράσσος δὲ πάντα διοικήσας ὃν αὐτὸς ἐβούλετο τρόπον ἐξώρμησεν ἐπὶ τὴν Παρθυαίαν· καὶ αὐτὸς μὲν σὺν ἅπαντι διεφθάρη τῷ στρατῷ, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, Κάσσιος δὲ εἰς Συρίαν φυγὼν καὶ περιποιησάμενος αὐτὴν Πάρθοις ἐμποδὼν ἦν ἐκτρέχουσιν ἐπʼ αὐτὴν διὰ τὴν κατὰ Κράσσου νίκην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.111 Joseph. AJ 14.117 (English) >>Joseph. AJ 14.122

Powered by PhiloLogic